TLG 4332 001 :: HIEROTHEUS :: Ἱεροθέου φιλοσόφου περὶ τῆς θείας καὶ ἱερᾶς τέχνης διὰ στίχων 〈ἰάμβων〉 (fort. auctore Heliodoro alchemista et poeta) (e cod.Casselano) HIEROTHEUS Alchem.
Poeta, fiq Hierotheus Alchem. Ἱεροθέου φιλοσόφου περὶ τῆς θείας καὶ ἱερᾶς τέχνης διὰ στίχων 〈ἰάμβων〉 (fort. auctore Heliodoro alchemista et poeta) (e cod.Casselano)
Citation: (Line) | ||
1t | Ἱεροθέου φιλοσόφου περὶ τῆς θείας καὶ ἱερᾶς τέχνης· | |
---|---|---|
2t | διὰ στίχων 〈ἰάμβων〉. | |
1 | Ἀπάρχομαι προσπλέξας εὐφραδέστατον ἐπῶν λόγων πόνημα, τοῦ ἰαμβικοῦ | |
μέτρου φυλάττων ῥυθμὸν ὡς καὶ τοὺς πόδας, χώρας τομὰς σύνταξιν εὐρύθμως λέγων, | 42 | |
5 | λαβὴν πᾶσαν φεύγων τε τῶν φιλοψόγων καὶ βασκάνων φθονηρὰς ἐκκλίνων ψυχὰς, ἀνδρῶν σοφῶν ἐννοίας ἐξηγούμενος γνώμης, προοιμίῳ δὲ ὡς αἰνίγματα φαίνων τὰ λοξῶς τῶνδε κεκαλυμμένως | |
10 | ῥηθέντα τῶν σοφῶν [τὸ] πρίν, ὄφρα γυμνάσω τὸν νοῦν τε εἰς παιδείαν ἀρρήτων λόγων, ἄνωθεν ἐλθεῖν θᾶττον ἔλαμψιν φάους αἰτούμενος, πρὸς γνῶσιν ἀκριβῆ θέλων δεῖξαι τὸ δῶρον τοῦδε τοῦ μυστηρίου, | |
15 | ὅπερ θεὸς ποθοῦσι καρδίας πόθῳ καὶ ἀξίως αἰτοῦσιν ἐνθέως νέμει· οὕτως γὰρ ἔσται ληπτὸς εὔγνωστος βροτοῖς ὁ κείμενος θησαυρὸς ἐν ταῖς πανσόφοις τῶν ῥητόρων σοφῶν τε δέλτοις ἐμπόνως | |
20 | Χριστοῦ θεοῦ νέμοντος ἐξ ὕψους χάριν. Διὸ πρόσελθε θᾶττον, ὅστις εἶ, φίλε, ἄκουσον ἠθικῶν τε καὶ σοφῶν ἔπη αἰνιγμάτων γέμοντα, εἰς φῶς γνώσεως, εἰς ὠφέλειαν κέρδος ὀλβίου κράτους | |
25 | πάντας σοφῶς ἄγοντα, σωθῆναι βίον πενίας, ὡς καὶ μόχθον ἐκφυγεῖν ῥᾶον. πρόσσχες δέ σοι, τί φησιν οὗτός μου λόγος· θησαυρός εἰμι πλοῦτον ἄπλετον φέρων. ἄνοιγε τόδε τεῦχος ὥσπερ γνήσιος | |
30 | φίλος πέλων. θεοῦ γὰρ εὑρήσεις μέγαν ὄλβον φέριστον ἔνδον ὡς ἐγκείμενον, ἄνδρων μεγίστων τοῖς πόνοις ἠσκημένων στεφηφορούντων τῷ κλέει καὶ τοῖς λόγοις θεῖον σοφόν τε ἄνδρα τὸν κεκλημένον | |
35 | ἀρχηγέτην μύστην τε καὶ διδάσκαλον σφράγισμα πάντων αὖχος ὡς χριστώνυμον ἁπλοῦντα φωτὸς ὥσπερ ἀκτῖνας λόγων ταῖς εὐεπείαις μηδὲν ὑστερεῖν ὅλως ἐγκειμένης ἐννοίας ἐν τούτοις πόνοις, | 43 |
40 | σελήνης ἡλίου τε τῶν ἄμφω λέγειν πιστούμενον τὸ ἔργον ὡς μηδὲν κόπον ἔχοντα, μᾶλλον δ’ εὔκολον καὶ σύντομον ἄνωθεν ἐκπεμφθέντα τοῖς εὐνοῖς φίλων. ἀλλ’ ὅστις πέλει ἀγχίνους ἔχων φρένας, | |
45 | τὴν οὐσίαν γνούς, ἥνπερ ὁ σοφὸς λέγει ἔχειν ἐν αὑτῇ παντὸς τοῦ μυστηρίου τὴν γνῶσιν. εὑρηκὼς δὲ ταύτην γνώσεται ἄνωθεν ἐκπεμφθεῖσαν αὐτὴν ἀξίοις, οὐκ ἔστιν ἄλλη, φησὶν, ἀλλ’ αὕτη μία. | |
(50) | ἑξῆς γὰρ εὕρῃς τὴν φύσιν· ταύτην λέγω τὴν θεοδώρητόν τε καὶ πασίγνωστον εὔληπτον εὐχερῆ τε οὖσαν σύντομον εὐέκβατον, φέρουσαν ἐξ αὑτῆς τὸ πᾶν γνώσῃ. μυούμενος δὲ πιστεύσεις ῥᾷον | |
55 | ὡς οὐ μῦθος, μᾶλλον δὲ θᾶττον εἰς πέρας γενήσεται ἄριστον αὐτῆς εὕρεσις. ὕλη γάρ ἐστιν εὑρετὴ καὶ πανταχοῦ μηδὲν κόπον φέρουσα τοῖς εὑρηκόσιν, ἀλλ’ εὐχερῶς νέμουσα τοῦ ζητουμένου | |
60 | τὴν ὠφέλειαν, εἰ μόνον θεὸς θέλει. ἄνευ γὰρ αὐτοῦ μηδὲν ἄρδην προσδόκα. εἰ δ’ αὐτὸς ὡς κρούοντί σοι ἀνοίξειεν, θάρσει, τάχιστα πλοῦτον εὑρήσεις, ὅτι φέριστον, ἐξ οὗ πάντας εἰς δόξαν φέρεις, | |
65 | παύων πενίας τὴν ὀλεθρίαν λύπην. ἀεὶ μὲν ὥσπερ θρέμμα φέρτατον πέλεις. πρόσελθε χαίρων, τοῖσδε τῶν μυσταρχίων τοῖς σκέμμασι πρόσπιπτε, καὶ χαίρων θεῷ | |
τὸν πλοῦτον ἐκ πλούτου τετεύξῃ ὡς μέγαν. | 44 | |
70 | εἰ δ’ αὐτὸς ἀρχὴν πτωχὸς ἐννοίας πέλεις, πόρρω πορεύου μηδὲν ἐκ τούτων ἔχων, μᾶλλον δὲ σῇ ἄλγημα καρδίῃ δέχου. ὡς τριουπόστατος γὰρ ἥλιος μέλλει μίαν φέρων τέλειαν εἴδους οὐσίαν | |
75 | ἐν ταῖς τρισὶ γνώρισμα μορφῆς τῆς μιᾶς ἔχειν τὸ ἄτρεπτόν τε καὶ ἀνενδεὲς τῆς αὐτότητος, μηδὲν ὡς ἀλλότριον κεκτημένος, φῶς αὐτός ἐστιν ἄσκιον λάμπων σέλας πηγῆς τε τῆς τρισολβίου. | |
80 | οὕτως νόει τὸν πλοῦτον, ὅνπερ προσμένεις ἰδεῖν θέλων τὸ κάλλος ἄστραπτον φάος. μιᾶς πέλων φύτλης γὰρ οὐ μερίζεται εἰς συνθέσεις ἐννοίας ὡς ἀλλοτρίας ὕλης ὅλως. ἄλλ’ ἔστι 〈μὲν〉 τρισσούμενος, | |
85 | εἰς τρεῖς ἑνούμενος δὲ οὐ φέρει φύσεις τῆς αὐτότητος, ἀλλ’ ἓν ὥσπερ γίνεται τριώνυμος, τριττὰς εἰς οὐσίας τριχῇ οὐ τέμνεται, ἀλλ’ αὐτὸς ἐξ αὑτοῦ φέρει τριῶν προσώπων τὴν μίαν φύτλην ῥᾷον | |
90 | ἀλλοῖον ἐξ ἄλλου τε μὴ πρῴην πέλον εὐοπτίας τὸ κάλλος ὥσπερ δείκνυσι καὶ θαῦμα τοῖς ὁρῶσιν ἐκπέμπει μέγα χρυσανθείης ἔκβλυσμα πηγῆς ἐκβλύσας. Λευχειμονούσης ἐκ σελήνης Περσίδος | |
95 | λαχοῦσα τῆς ἑῴας ἡ Ἀφροδίτη τοῦ ἡλίου ἔκλαμψιν αὐγῆς προσμένει, Ἑρμῆς δὲ ὡς ἀλλοῖος ἄλλως δείκνυται πρὸ ἡλίου βαίνων τε οὐ φαίνει ὅλως, καλύπτεται αὐτὸς δὲ τοῦ Κρόνου μένει, | |
(100) | τὴν ῥύψιν ἐκπέμπει γὰρ οὗτος, ὡς νᾶμα | |
πλύνει. καθαρτικῶς δὲ θᾶττον ἐκζέων πυρὸς φορὰς τὴν ἐντὸς Ἄρεως λαχὼν ζώνην τρίτην ἔπεστιν, ὃς ᾑμαγμένου εἴδους φέροντος αὐγὰς ἐκλάμπει σέλας. | 45 | |
105 | μεθ’ οὓς τετάρτῃ ὡς γίγας ζώνῃ πάλιν φαίνει ὁ ἥλιος τὸ φῶς τούτοις νέμων, ἐξ οὗ σελήνη ὥσπερ ἂν φωτίζεται, νύμφη κεκασμένη γὰρ οὕτως φαίνεται· ἐν ᾗ τὸ πανσέληνον εὑρήσεις, τὸ πᾶν | |
110 | μυστήριον τῆς λαμπρᾶς αὖθις εἰκόνος ἑωσφόρου, ἐν ᾧπερ ἐξανθεῖ φυτόν. τῆς Περσαίας πρόεισι καὶ Ἀφροδίτη κοσμουμένη, λάμπουσα ταῖς μορφαῖς πάσαις. τὸν ἄρρενα πρόσζευξον ἐκ Ῥώμης τόπων | |
115 | ἥκοντα πορφυροῦντα νήσου ἐκ μέσης, κάλλει κεκοσμημένον οἷαπερ σέλας ἔκστιλπνον εὐθαλῆ τε πολλοῖς ἄνθεσι πυρρὸν ῥοδοπρόσωπον ὥσπερ πορφυρᾶς αὐγὰς νέμοντα ἡλίῳ ἐοικότα | |
120 | λαμπηδόνος πλέω τε λάμποντα σέλα χρυσουργικὸν φέροντα τῇ κάρᾳ στέφος. λίθων δι’ αὐγίας γὰρ αὐτὸς στέμματι τῆς πορφυρᾶς χλαίνης τε πυρρὸν ἔνδυμα κεκτημένος μέγιστος ὡς νικηφόρος | |
125 | θρόνῳ κάθηται καὶ μύρων εὐοσμίας πέμπει πᾶσι πρὸς αὐτὸν ἐγγίζειν ῥᾷον θέλουσι καὶ ποθοῦσιν ὄψιν τοῦ βλέπειν τοῦ ἄρρενος φέροντος ὄλβον ὡς μέγαν ... τὴν νυμφικῶς πρὸς αὐτὸν ἐκ τῆς Περσίδος | |
130 | ἑῴας ὡς τάχιστα ἥκουσαν, ὅπως τούτῳ συναφθῇ πρὸς γάμων κοινωνίαν. στιλπνὸν φέρει γὰρ λευκὸν ὡς σεληναίας | |
τὸ εἶδος, ὡς νύμφη κεκαλλωπισμένη συζεύγνυται χαίρουσα μίξει ἄρρενος | 46 | |
135 | καὶ συμπλακεῖσα ἀνδρὶ θήλεια προσμένει. ἑνουμένη τούτῳ γὰρ οὐ χωρίζεται, ἀλλ’ ἕν τι ἄμφω ἐκφέρουσιν ὡς γένος ἀλλοῖον εἴδους κάλλος ὡς ὑπέρτατον φέρον πάνυ. ξένον γὰρ ἠγλαϊσμένον | |
140 | μὴ εἰκονίζον πάμπαν ἢ ἐοικός τι γεννήσασι, πλεῖον δὲ κάλλος προσνέμει. καὶ γεννᾶται μὲν εἷς γόνος ξανθὸς μέλας μητρὸς σελήνης λευκολαμπούσης πάνυ πατρός τε πυρροῦ πυρσοφόρου πυρράκους, | |
145 | χρυσοῦ φέρων τὸ εἶδος ὡραΐσμενον, ποικιλόμορφον τὴν στολὴν κοσμούμενος χιτῶνα τὸν ποίκιλτον ὡς κεκτημένος χρυσάνθιον πυρφόρον ἐνδιδύσκεται, στέμμα χρυσοκόλλητον ἐκ λίθων χρόαις | |
(150) | ἔχων κατάστικτόν τε καὶ εἶδος μέγα ψηφουργικῶς, στίλβει γὰρ ἔκλαμπρον σέλας, ζωστὴρ χρυσέμπαστος δὲ δείκνυσι στέφος τὴν ὀσφὺν ὡς πεδήσας ἀργυρένδετον τὸ σχῆμα, καὶ τὸ κάλλος ἄλλως φαίνεται | |
155 | ἀνθῶν βαφαῖς ἔκστιλπνον, ἐκπέμπει φάος κοσμούμενον πρόσωπον ὥρας κάλλεσι, ξανθὸν μὲν, ἀλλὰ πῦρ ἐΰχροον φέρει, καλύπτεται δὲ ταῖς βαφῶν ποικιλίαις ἀνθεῖ πάσας χροιάς τε τὰς χλοηφόρους. | |
160 | ζητούμενον τὸ εἶδος ὃς σκοπεῖς λέγε, ποίαν πέλει τὴν χροιάν· ἐξ αὑτοῦ φέρει καὶ μηνύει μέροψι τὸ ζητούμενον λέγων· πρόσελθε θᾶττον, ὦ φιλούμενε, πρός με, βλέπων αὐτοψὶ τὸ ζητούμενον, | |
165 | ἐγὼ γὰρ αὐτῷ μάρτυς εἰμί, μὴ θέλων ἄλλου τινὸς πρόρρησιν ἐν μυστηρίῳ ἔχειν. ὅλως γάρ εἰμι φέρτατον κλέος, | |
προσμαρτυρῶν ἀληθῶς ἐκφαίνω τέλος. ὁρῶν γὰρ ἔκλαμπόν τε πύρσευμα χρυσοῦ | 47 | |
170 | βλύζον τέ μου γαστρὸς ἐκ μέσου, ὅπερ ζητεῖς βλέπειν τὸ εἶδος, ἴσθι μὴ πέλειν ὅλως ἐν ἄλλῃ τῇ φύσει, μᾶλλον δέ με εἶναι πᾶν ἐξ ἑνός τε τοῦ γένους .... Ῥωμαῖος ἐκφύσας με τέκνον Περσαίας | |
175 | ἐκ κοιλίης ἄγει με θησαυρὸν μέγαν. λαβὼν δέ με πρόσμιξον αὖ Αἰγυπτίῳ τὴν συγγένειαν ὡς ἔχοντι τῶν δύο θερμοῦ τε ὑγροῦ, πυρβατοῦντι, τῇ φλογὶ σώζοντι τῶν ἄκρων τε φύτλης τὴν κρᾶσιν | |
180 | Αἰγυπτίων ἥκοντι ἐκ χώρας πάλαι μάχῃ πῦρ ἐκμαχοῦντι καὶ νικηφόρῳ εἰς πῦρ δύνοντι μηδὲν ὡς βλαπτομένῳ, δι’ οὗ λυθεὶς ὡς ῥεῖθρον ἐκφανθήσομαι, ὕδωρ ὅλως θειῶδες ἐκβλύζων πᾶσι. | |
185 | δισσούμενος γὰρ εἰς πῦρ ἐκ τρίτου νᾶμα γενήσομαι ἐμαυτὸν ὡς λύων ὅλον. χρυσοβρυτὸν δὲ λαμπρὸν ἔκστιλβον βλέπων ὅλον με λεπτὸν ἰσχνὸν οὕτως εἰς τέλος τυχθέντα, θάρσει θᾶττον εὑρηκὼς κλέος. | |
190 | Ἰδὼν δὲ ταῦτα, μύστα, φαιδρῶς εἰς πέρας ἄριστον εὔκοσμον ἀνθοῦν[τα] στέφος * σοφουργικῆς τέχνης τε καὶ ἐπιστήμης ἀνδρῶν σοφῶν πρόρρησιν ἐκπληρουμένην μηδὲν κόπον φέροντας οἷα εὐχερῶς | |
195 | πίστωσιν εἰσκαλοῦντας λεχθεῖσαν πάλαι κεκαλυμμένως μηδὲν εἰς ψεῦδος λέγειν ἐξ εὐεπείας μᾶλλον ἀξίοις χάριν πεμφθεῖσαν εὐσεβοῦσιν ἔργοις ἀνδράσι χρηστοῖς τρόποις βιοῦσιν ὡς θέλει θεὸς | |
(200) | ἄνωθεν ἐκ ῥοπῆς τε θείας ὡς θέμις | |
αὐτοῖς ἔχειν τὸ κέρδος εἰς πλεῖστον φέρειν, ὑμνήσας ἐκπλάγηθι θαυμαστὸν κλέος ἔργον γεραίρων, θεῖα δ’ αὖ μυστήρια τοῦ δεσπότου Χριστοῖο, λάτρευσον θεῷ | 48 | |
205 | ὡς ὄντι αὐτῷ αἰτίῳ τῶν κτισμάτων σωτηρίᾳ χαίροντι τῶν σφῶν εὐσεβῶν, πάντων πρόνοιαν θείαν ὡς ποιουμένῳ καὶ χεῖρας ἐκτείνοντι σώζειν καὶ σκέπειν λυτρουμένῳ τε θλίψεως καὶ κινδύνων. | |
210 | αὐτὸς γάρ ἐστιν εὔδιος λιμὴν, μέγας ἀρωγὸς, ἀντίληψις ὡς θεῖον κλέος, καὶ κύψας εἰς γῆν προσκύνησον τὸν σοφῶς τὰ πάντα ποιήσαντα ῥήματος λόγῳ· μὴ ὄντα γὰρ πρὶν εἰς ὕπαρξιν ἤγαγε | |
215 | κοσμήσας ὡς παντουργὸς, αὐτὸς φαιδρύνει νέμων ἑκάστῳ τὰ πρέποντα τῇ φύσει, ὡς οἶδεν. ὁ κτίσας γὰρ οὕτως ἐξάγει, κρατεῖ κυβερνῶν, εὐθύνων σωτηρίας τὸν πλοῦτον ὀλβίως τε μὴ φθονῶν νέμει | |
220 | καὶ προσκαλεῖται πάνιας εἰς γνῶσιν ῥᾷον ἐλθεῖν μεγίστων κτισμάτων ὧν ἔκτισεν, ὅπως ὁρῶν εἰς ἔργον, ἔκβασιν λόγων πληρουμένην, τὸ στέμμα δείξῃ κάρα * εἰς θαῦμα ἐλθὼν τοῦ γεραίρειν τὸν λόγον | |
225 | ὡς αἴτιον χορηγὸν ἔργων ἐνθέων. ἀϊδίου τρυφῶντες αἴγλης τὴν χάριν, τὴν δόξαν ἐκπέμψωμεν αἶνον καὶ σέβας ἐκ χειλέων ψυχῆς τε καρδίας πόθου εἰς κυκλικοὺς αἰῶνας αἰώνων ἀμήν. | |
230 | στίχοι σλʹ. | 49 |